Εθνικά 172.9-15, Βοίβη
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος "Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν". ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ καὶ Βοιβαῖος, οὐ κωλύει. ἔστι καὶ Βοιβήιον πόλις. λέγεται δὲ καὶ Βοιβία ἡ λίμνη.
Η μακεδονική λίμνη Βοίβη ή Βοιβία.