Εθνικά 665.1-7 , λ. Φίλα
Φίλα, πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ, Ἡρόδοτος τετάρτῃ "ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ οὔνομα Τρίτων ἐστίν· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα". τὸ ἐθνικὸν Φιλαῖος, τῆς νήσου δὲ Φιλάτης.
Η μακεδονική πόλη Φίλα και ομώνυμη νήσος στην Αίγυπτο.