Περὶ καθολικῆς προσῳδίας 3.1.153.18-29 (Lentz)
Τὰ εἰς σκος ι ἢ υ παραληγόμενα παροξύνεται, σατυρίσκος, νεανίσκος, παιδίσκος, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιε. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ ( c. 60, 8 ). Ἐρατοσθένης Τερίσκους αὐ- τούς φησι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης α ( c. 100 ), ὀξύνεται ι οὐκ ἔχοντα.
Βορμίσκος, Ἐλευθερίσκος, Δραβησκός
Οι πόλεις της Μακεδονίας Βορμίσκος και Ἐλευθερίσκος και Δραβσκός που αναφέρεται ως χωρίον της Θράκης.