Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν (17) 16
Ἔτι δ᾽ ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλ᾽ ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης· εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν. οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλ᾽ ὁ Μακεδὼν ὥστ᾽ οὐδὲ κατέθετο πώποτε, ἀλλ᾽ ἔτι καὶ νῦν ἔχων περιέρχεται καθ᾽ ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θ᾽ ἑτέρωσε καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν.
Αναφορά στον Μ. Αλέξανδρο μόνο μετωνυμικά με το εθνικό Μακεδών