Δίων Χρυσόστομος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Λόγοι 32.64

Χωρίο / Κείμενο: 

τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόν τε προσιέναι καὶ μηκέτ᾽ ἀπαλλάττεσθαι• τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέ πεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα [αὐτοῦ] ὁμοῦ καὶ νεμόμενα· καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν· ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν· ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν, οἷαι πρότερον ἦσαν. χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦ λόγου, καὶ δέδοικα <πρὸς> ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν. ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους, κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττειν κατὰ μνήμην τὴν Ὀρφέως.

Γραμματειακό είδος:

Χρονολόγηση: 
1ος αι. μ.Χ.
Σχόλια: 

Σύμφωνα με τη λαϊκή παράδοση, τα ζώα που συντρόφευαν τον Ορφέα και θρήνησαν για τον θάνατό του μεταμορφώθηκαν από τον Δία στο μετέπειτα έθνος των Μακεδόνων.

Θεματική περιοχή: