Ελλάδος περιήγησις 9.29.3-4
χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφ᾽ οὗ καὶ Μακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσας καταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι. ταῦτα δὲ ἐνόμιζεν οὕτως ὁ Πίερος ἢ σοφώτερά οἱ εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶν Θρᾳκῶν· δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον.
Ο Πίερος από τη Μακεδονία φέρεται να έδωσε τα ονόματα στις εννέα Μούσες, ακολουθώντας τη θρακική θρησκευτική παράδοση.