Περιήγησις 618-626
Ὑπὲρ τὰ Τέμπη δ᾽ ἔστιν ἡ τῶν Μακεδόνων χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη, ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ, ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων, τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον, καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα. Ἐν τῇ μεσογείῳ δ᾽ εἰσὶ μὲν πολλαὶ πόλεις, ἡ Πέλλα καὶ Βέροια δ᾽ ἐπιφανέσταται· ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε.
Τα όρια της Μακεδονίας και οι κυριότερες πόλεις.