Στέφανος Βυζάντιος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Εθνικά 427.12-428.10, λ. Μακεδονία

Χωρίο / Κείμενο: 

Μακεδονία ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, [ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ᾽ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ᾽ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ᾽ ἔναιον. ἄλλοι δ᾽ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν πρώτῃ τῶν ἐν Ἄργει "καὶ Μακεδόνος [τοῦ] Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες". λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μακετία, ὡς Μαρσύας ἐν  πρώτῳ Μακεδονικῶν "καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος". ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος "καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας".] τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτιστῇ, κοινὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονικὴ ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο ττ καὶ δι᾽ ἑνὸς τ.

Γραμματειακό είδος:

Χρονολόγηση: 
6ος αι. μ.Χ.
Σχόλια: 

Για τη Μακεδονία, την προέλευση του ονόματος, τον ιδρυτή της κλπ.