Ῥώμης ἐγκώμιον 205.11-23
ἐπεί γε μὴν ἐκεῖνος [ενν. Ἀλέξανδρος] ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλ᾽ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλ᾽ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλ᾽ ὑφ᾽ ἑαυτῶν αὐτοὶ
Μετά τον θάνατο του Αλεξάνδρου διακορπίζονται οι Μακεδόνες και διασπώνται σε πολλά επιμέρους βασίλεια σε ξένους τόπους, δηλαδή μακριά από τη Μακεδονία.