Προς την επιστολήν την Φιλίππου (11) 16
παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίᾳ βασιλευσάντων· κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δ᾽ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων. ἔτι δὲ τοσούτῳ πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσῳ διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα πράττοντες.
α. Αναφορά στο όνομα Μακεδονία στον βασιλικό τίτλο (στους προγενέστερους του Φιλίππου βασιλείς), β. Οι Μακεδόνες από παλαιά κατέβαλαν φόρους στην Αθήνα