Εις το πρώτον βιβλίον των Επιδημιών Ιπποκράτους υπόμνημα 17a.21
οἷον εἰ οὕτως ἔτυχεν, ἐὰν προμάθῃ τις κατὰ τὴν ἀρχὴν τοῦ Δίου μηνὸς τοῦ φθινοπώρου γίνεσθαι <τὴν> ἰσημερίαν, εἴσεται τὴν μὲν χειμερινὴν τροπὴν ὡς μετὰ τρεῖς μῆνας ἐσομένην ἐν ἀρχῇ τοῦ κατὰ <τὸ τοῦ> ἐνιαυτοῦ πέρας <Περιτίου> μηνός· (τοῦτο γὰρ σημαίνει κατὰ Μακεδόνας·) τὴν δὲ ἐαρινὴν ἰσημερίαν <τοῦ> Ἀρτεμισίου, καθάπερ γε καὶ τὴν θερινὴν <τροπὴν> τοῦ Λώου. κατὰ γὰρ τὰς ἀρχὰς τῶν εἰρημένων μηνῶν αἵ τ᾽ ἰσημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόνας, <οὕτως αὐτῶν> ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺς μῆνας.
Προσδιορισμός των ισημεριών σύμφωνα με τους μακεδονικούς μήνες.